Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.160 Joseph. AJ 17.165 (English) >>Joseph. AJ 17.169

17.163ἀνθʼ ὧν ἐλπίδα μὲν αὐτῷ γενέσθαι καὶ μεθὸ θάνοι καταλελείψεσθαι μνήμην τε αὐτοῦ καὶ εὔκλειαν. κατεβόα τε ἤδη, διότι μηδὲ ζῶντα ὑβρίζειν ἀπόσχοιντο εἰς αὐτόν, ἀλλʼ ἡμέρας τε καὶ ἐν ὄψει τῆς πληθύος ὕβρει χρωμένους ἅψασθαι τῶν ὑπʼ αὐτοῦ ἀνακειμένων καὶ καθαίρεσιν ὑβρίζοντάς τε ποιεῖσθαι, λόγῳ μὲν εἰς αὐτόν, ἀλήθειαν δὲ εἴ τις ἐξετάζοι τοῦ γεγονότος ἱεροσυλοῦντας. 17.164

Οἱ δὲ διὰ τὴν ὠμότητα αὐτοῦ, μὴ δὴ καὶ κατʼ αὐτῶν ἐξαγριώσας εἰσπράττοιτο τιμωρίαν, οὔτε γνώμῃ ἔφασαν αὐτὰ πεπρᾶχθαι τῇ αὐτῶν, φαίνεσθαί τε αὐτοῖς οὐκ ἀπηλλαγμένα κολάσεως αὐτὰ εἶναι. δὲ τοῖς μὲν ἄλλοις πραϋτέρως ἔσχεν, Ματθίαν δὲ τὸν ἀρχιερέα παύσας ἱερᾶσθαι ὡς αἴτιον τοῦ μέρους τούτων γεγονότα καθίστα Ἰωάζαρον ἀρχιερέα, ἀδελφὸν γυναικὸς τῆς αὐτοῦ. 17.165ἐπὶ δὲ τοῦ Μαθθίου τούτου ἱερωμένου συμβαίνει καὶ ἕτερον ἀρχιερέα καταστῆναι πρὸς μίαν ἡμέραν, ἣν Ἰουδαῖοι νηστείαν ἄγουσιν. 17.166αἰτία δʼ ἐστὶν ἥδε· Ματθίας ἱερώμενος ἐν νυκτὶ τῇ φερούσῃ εἰς ἡμέραν, νηστεία ἐνίστατο, ἔδοξεν ἐν ὀνείρατι ὡμιληκέναι γυναικί, καὶ διὰ τόδε οὐ δυναμένου ἱερουργεῖν Ἰώσηπος τοῦ Ἐλλήμου συνιεράσατο αὐτῷ συγγενὴς ὤν. 17.167Ἡρώδης δὲ τόν τε Ματθίαν ἐπεπαύκει τῆς ἀρχιερωσύνης καὶ τὸν ἕτερον Ματθίαν, ὃς ἐγηγέρκει τὴν στάσιν, καὶ ἄνδρας ἐκ τῶν ἑταίρων αὐτοῦ ἔκαυσεν ζώους. καὶ σελήνη δὲ τῇ αὐτῇ νυκτὶ ἐξέλιπεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.160 Joseph. AJ 17.165 (English) >>Joseph. AJ 17.169

Powered by PhiloLogic